Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.29 Joseph. AJ 8.34 (English) >>Joseph. AJ 8.39

8.32ἐπὶ τούτῳ πᾶς μὲν λαὸς λανθάνων ἐχλεύαζεν ὡς μειράκιον τὸν βασιλέα, μεταξὺ δὲ τῆς μὲν ἀπαιτούσης καὶ ἀληθοῦς μητρὸς ἀνακραγούσης τοῦτο μὴ ποιεῖν ἀλλὰ παραδιδόναι τῇ ἑτέρᾳ τὸ παιδίον ὡς ἐκείνης, ἀρκεῖσθαι γὰρ τῷ ζῆν αὐτὸ καὶ βλέπειν μόνον κἂν ἀλλότριον δοκῇ, τῆς δʼ ἑτέρας ἑτοίμως ἐχούσης διαιρούμενον ἰδεῖν τὸ παιδίον καὶ προσέτι βασανισθῆναι καὶ αὐτὴν ἀξιούσης, 8.33 βασιλεὺς ἐπιγνοὺς τὰς ἑκατέρων φωνὰς ἀπὸ τῆς ἀληθείας γεγενημένας τῇ μὲν ἀνακραγούσῃ τὸ παιδίον προσέκρινε, μητέρα γὰρ αὐτὴν ἀληθῶς εἶναι, τῆς δὲ ἄλλης κατέγνω πονηρίαν τό τε ἴδιον ἀποκτεινάσης καὶ τὸ τῆς φίλης σπουδαζούσης ἀπολλύμενον θεάσασθαι. 8.34τοῦτο μέγα δεῖγμα καὶ τεκμήριον τῆς τοῦ βασιλέως φρονήσεως καὶ σοφίας ἐνόμιζε τὸ πλῆθος, κἀξ ἐκείνης τὸ λοιπὸν τῆς ἡμέρας ὡς θείαν ἔχοντι διάνοιαν αὐτῷ προσεῖχον. 8.35

Στρατηγοὶ δʼ αὐτῷ καὶ ἡγεμόνες ἦσαν τῆς χώρας ἁπάσης οἵδε· τῆς μὲν Ἐφραίμου κληρουχίας Οὔρης· ἐπὶ δὲ τῆς Βιθιέμες τοπαρχίας ἦν Διόκληρος· τὴν δὲ τῶν Δώρων καὶ τὴν παραλίαν Ἀβινάδαβος εἶχεν ὑπʼ αὐτῷ γεγαμηκὼς τὴν Σολόμωνος θυγατέρα· 8.36τὸ δὲ μέγα πεδίον ἦν ὑπὸ Βαναίᾳ τῷ Ἀχίλου παιδί, προσεπῆρχε δὲ καὶ τῆς ἄχρι Ἰορδάνου πάσης· τὴν δὲ Γαλαδῖτιν καὶ Γαυλανῖτιν ἕως τοῦ Λιβάνου ὄρους καὶ πόλεις ἑξήκοντα μεγάλας καὶ ὀχυρωτάτας ἔχων ὑφʼ αὑτὸν Γαβάρης διεῖπεν· Ἀχινάδαβος δὲ τῆς Γαλιλαίας ὅλης ἄχρι Σιδῶνος ἐπετρόπευε συνοικῶν καὶ αὐτὸς θυγατρὶ Σολόμωνος Βασίμα τοὔνομα·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.29 Joseph. AJ 8.34 (English) >>Joseph. AJ 8.39

Powered by PhiloLogic